Απολυτίκιον. Ήχος δ’

Κανόνα πίστεως, καὶ εἰκόνα πραότητος, ἐγκρατείας διδάσκαλον, ἀνέδειξέ σε τῇ ποίμνῃ σου, ἡ τῶν πραγμάτων ἀλήθεια· διὰ τοῦτο ἐκτήσω τῇ ταπεινώσει τὰ ὑψηλά, τῇ πτωχείᾳ τὰ πλούσια. Πάτερ ἱεράρχα Νικόλαε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Κοντάκιον. Ήχος γ΄. «Η Παρθένος σήμερον»

Εν τοις Μύροις, Άγιε, Ιερουργός ανεδείχθης, του Χριστού γαρ Όσιε, το Ευαγγέλιον πληρώσας, έθηκας την ψυχήν σου υπέρ λαού σου, έσωσας τους αθώους εκ του θανάτου· δια τούτο ηγιάσθης, ως μέγας μύστης, Θεού της χάριτος.